Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀφριόων στατὸς ἵππος ἀπέπτυε ἄκρα χαλινοῦ,
- ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,
- ἡνία δʼ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,
- ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων·
- καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην.
- καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων
- Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
- Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων·
- ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων
- Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.
- ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω
- ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις
- νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.
- οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλά κομίζω
- ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.
- ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,
- καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων
- χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ
- ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην
- κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·