Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ.
  2. ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.
  3. τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ
  4. ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι
  5. ἤθελεν, ὃς δʼ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι
  6. ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα.
  7. καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας
  8. ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων
  9. ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ·
  10. ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι
  11. εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην,
  12. δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ,
  13. ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων,
  14. φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,
  15. ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς·
  16. δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος·
  17. καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ
  18. εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων,
  19. εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν
  20. ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.