Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν·
  2. δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,
  3. ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,
  4. ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι φόρτῳ
  5. ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο γαστηρ·
  6. καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ·
  7. τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων
  8. ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δʼ ἐνὶ μέσσῳ
  9. ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ·
  10. πέμπτῳ δοιὰ τὰλαντα, γέρας Πακτωλίδος ὄχθης.
  11. ὀρθωθεὶς δʼ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας·
  12. ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πολίπορθον Ἐνυώ,
  13. οἷς δρόμον ἱπποδύνης δωρήσατο κυανοχαίτης,
  14. οὐ μὲν ἐγώ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,
  15. ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ
  16. παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί·
  17. εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,
  18. ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης·
  19. εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων
  20. Ἤλιδος εὐδίφροιο καὶ Οἰνομαοιο πολίτης,