Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
  2. ἄλλαι δʼ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου,
  3. κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος.
  4. ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω·
  5. εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ
  6. νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ·
  7. ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ
  8. ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόφι νηῶν
  9. οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες;
  10. ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν
  11. θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν;
  12. οὐ δύναται βαρύδουπον ὕδωρ Σειληνὸς ἀράσσων
  13. ἀπτολέμω νάρθηκι μαχήμονα νῆα καλύψαι,
  14. εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταραῷ,
  15. κῶμον ἀνακρούων θανατηφόρον· οὐδʼ ἐνὶ πόντῳ
  16. ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει
  17. ἀγχιφανῆ μεσάτοιο διχαζομένου κενεῶνος,
  18. ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ
  19. κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι
  20. ἔγχεσι μηκεσανοῖσι μιαιφόνον εἰς βυθὸν ἅλμης,