Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,
  2. χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
  3. Αρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·
  4. τόξου δʼ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·
  5. οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
  6. στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα
  7. ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.
  8. καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·
  9. Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;
  10. καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ
  11. ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ·
  12. καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ
  13. σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·
  14. οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ
  15. σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
  16. σῶν δʼ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,
  17. δῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν
  18. πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
  19. ἢν δʼ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·
  20. παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν Ἐρώτων