Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ
  2. σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην
  3. μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ
  4. σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ
  5. αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·
  6. γυιοπέδην δʼ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ,
  7. καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ---
  8. ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου
  9. θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων
  10. δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·
  11. τοῖον ἔην μίμημα. μάτην δʼ ἐλέφαντας ἐπείγων
  12. ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,
  13. κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.
  14. καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,
  15. ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ
  16. ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα
  17. πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.
  18. καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,
  19. λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,
  20. νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·