Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
  2. καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
  3. καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
  4. καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·
  5. χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
  6. ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·
  7. βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
  8. ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,
  9. καμπύλα δʼ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·
  10. τρίβων δʼ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
  11. ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
  12. οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
  13. ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
  14. εἰς πέδου ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
  15. αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
  16. γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδον δὲ ταθέντος
  17. κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.
  18. ἄλλος ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,
  19. γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,
  20. οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,