Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην·
  2. θηλυτέρην δὲ φάλαγγα διέστιχεν· ἦν δὲ νοῆσαι
  3. ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.
  4. Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν
  5. ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,
  6. ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος
  7. Τοξέος αἰθύσσονσα κασιγνήτοιο βοείην,
  8. μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.
  9. Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ
  10. θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης,
  11. ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ
  12. θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών.
  13. πολλαὶ δʼ εὐρυχόροισι περικλείοντο μελάθροις,
  14. καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ·
  15. ἄλλη δʼ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα,
  16. παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι
  17. λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες·
  18. ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.
  19. ὄφρα μὲν ἐγρεμόθοιο διʼ ἄστεος ἔβρεμεν Ἄρης,
  20. Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δάΐζων,