Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς
  2. Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος.
  3. καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ
  4. ληίδα καλλιγύναικα λιπὼν μετανάστιον ἄγρην
  5. Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,
  6. ἄλλαις θηλυτέπῃσιν ὁμόστολον, ὄφρά οἱ αἰεὶ
  7. ἠματίη θεράπαινα καἰ ἔννυχος εὐνέτις εἴη,
  8. καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων,
  9. λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης ---
  10. Μορρεὺς δʼ οὐκ ἀμέλησε δορυσσόος· ἀγχιμάχῳ γὰρ
  11. Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ,
  12. Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,
  13. ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς
  14. εἰς φόβον ἠπείγοντο. Θυελλήεσσα δὲ κούρη
  15. ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,
  16. παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν
  17. νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,
  18. ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης
  19. λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ·
  20. Μορρεὺς δʼ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου