Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ
  2. Σειληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ
  3. μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ
  4. ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ
  5. εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,
  6. ὡς πάρος, ἐρραίνοντο· καὶ οὐ στομάτεσσι πιόντες
  7. θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης
  8. Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,
  9. ἀλλὰ φόβῳ γεγάασιν ἐνγέες· ὀκναλέοι δὲ
  10. φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,
  11. φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης.
  12. Δηριάδης δʼ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ,
  13. σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης·
  14. θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς·
  15. οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,
  16. ὄφρά μιν αἰδέσσαιτο, κατεσσυμένην δὲ γυναικῶν
  17. αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν,
  18. ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης
  19. παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών,
  20. φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα