Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀρχομένης δʼ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς·
  2. Χαλκομέδην δʼ ἐδόκησεν ἔχειν πόθον· αἶψα δὲ σιγῇ
  3. ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων·
  4. τριπλόον, ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις
  5. Χαλκομέδην, καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις.
  6. Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φανείης,
  7. Χαλκομέδη, ῥοδόεσσα ῥοδοστεφέος πλέον Ἠοῦς·
  8. οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι.
  9. παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ
  10. εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν·
  11. ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι·
  12. σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται· ἀμφιέπει δὲ
  13. σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην,
  14. ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται.
  15. οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ·
  16. ἄρμενον ἠνορέῃ τεὸν οὔνομα· Χαλκομέδην δὲ
  17. οὔ σε μάτην καλέουσι· σὲ γὰρ τέκε χάλκεος Ἄρης
  18. Κύπριδος ὲν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων.
  19. Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω
  20. Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης·