Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων.
  2. κούρη δʼ οὐρεσίφοιτος ἑῷ ταχυδίνεϊ ταρσῷ
  3. ἄψοφον ἴχνος ἔχουσα διέστιχεν εἰς ῥάχιν ὕλης·
  4. οὐδὲ Θέτις δήθυνεν ἐπʼ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ
  5. πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν.
  6. ἤδη δʼ ἀννεφέλοιο διʼ ἠέρος ὄμμα τιταίνων
  7. ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς·
  8. καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων·
  9. πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος· οὐ μία βουλή,
  10. εἷς νόος οὐ μεθέπει με· πολυσπερέες δὲ μενοιναὶ
  11. ἀμφʼ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι·
  12. κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω,
  13. μή με πόθῳ μετὰ πότμον ἀποκτείνειε καὶ αὐτή;
  14. ἀλλὰ λίπω ζώουσαν ἀνούτατον, ἀμφαδίην δὲ
  15. παρθένον εἰς ὑμέναιον ἐφέλκομαι; ἀλλʼ ἐνὶ θυμῷ
  16. Δηριάδην τρομέω καὶ Χειροβίην ἐλεαίρω.
  17. οὐ μὲν ἐγὼ κτείνω ποτὲ παρθένον· ἢν δὲ δαμάσσω,
  18. πῶς δύναμαι ζώειν, ὅτε παρθένον οὐκέτι λεύσσω;
  19. κάμνω, Χαλκομέδης ὅτε λείπομαι εἰς μίαν ὥρην.
  20. τοῖα μάτην ἐνέπων πολυμήχανος ἤιε Μορρεύς,