Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
  2. σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
  3. ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
  4. τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.
  5. Εὖρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
  6. νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις·
  7. πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
  8. εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης
  9. οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
  10. σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
  11. Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς·
  12. καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
  13. χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
  14. νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ
  15. κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
  16. μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης
  17. οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
  18. στέμμα φέρων παλάμῃσι. Φιλακρήτων δὲ βολάων
  19. λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν·
  20. καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ