Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.
  2. γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ
  3. αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,
  4. Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει·
  5. ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις
  6. σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,
  7. ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς
  8. εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,
  9. οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ
  10. φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·
  11. ὑμέτερον δὲ Δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν
  12. στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,
  13. ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,
  14. ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ
  15. ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·
  16. Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων
  17. ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.
  18. ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς
  19. ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.
  20. ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης