Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας
  2. θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις
  3. Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ
  4. ἔννυχον ἴχονς ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ·
  5. Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις Ἐρώρων,
  6. αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ
  7. λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος·
  8. σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ
  9. νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,
  10. καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,
  11. καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν
  12. Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης
  13. Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,
  14. ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,
  15. ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,
  16. Κυπριδίων Μίνωος ἀφειδήσασαν Ἐρώτων.
  17. οὕ με διεπτοίησεν ἐρωμανέων ἐνοσίχθων,
  18. οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ
  19. πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν
  20. ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ