Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη·
- κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης.
- οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω·
- ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν ἐάσας
- βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,
- ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης.
- οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ
- δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων·
- ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός,
- αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω
- μεσσόθι Βασσαρίδων, παλάμῃ δʼ ἵνα πῆχυν ἐρείσας
- σφίγξω δεσμὸν ἔρωτος ἐπʼ αὐχένι Χαλκομεδείης.
- εἰς Φρυγίην Διόνυσος ὀπάονα Δηριαδῆος
- δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης
- Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω·
- Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ
- Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω,
- αὐχένα δοῦλον Ἔρωτος ὑοκλίνων Διονύσῳ·
- Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης;
- Χαλκομέδης δʼ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ