Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ ταχὺς αἰόλον ὁρμὸν ἑλὼν καὶ σφαῖραν ἀείρων
- διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,
- σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ
- κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ
- πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.
- ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ
- δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ
- νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ
- ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης·
- πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,
- σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ
- ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,
- καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην
- πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.
- ὣς φαμένην ἐρέεινεν Ἔρως, ἴνα πάντα δαείη·
- ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου
- ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι·
- καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
- τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω
- μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης