Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.
  2. αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν
  3. εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρω,
  4. λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης.
  5. καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ
  6. φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων,
  7. ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων
  8. Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου
  9. ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ,
  10. ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,
  11. χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ
  12. λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου
  13. ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ
  14. πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς·
  15. καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας Ἐνυώ,
  16. Κωδώνην δʼ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ
  17. κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης·
  18. Χαλκομέδην δʼ ἐλέαιρε θυελλήεντι πεδίλῳ
  19. μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν,
  20. καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,