Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,
  2. Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,
  3. ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κυδοιμοῖς
  4. ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,
  5. πληγεὶς ἰσχίον ἄκρον, ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ
  6. συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ·
  7. καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,
  8. ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,
  9. φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.
  10. καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·
  11. κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,
  12. ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου·
  13. οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾦ πόρε Κύπρις
  14. μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην·
  15. οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·
  16. οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν
  17. δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην,
  18. ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,
  19. ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.
  20. ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ