Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.
- ὥς φαμένη παρέπεισε· δολοφράδμων δʼ Ἀφροδίτη
- πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου
- Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν Ἐρώτων.
- καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·
- δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης·
- θέλξεις δʼ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,
- ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων·
- καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.
- εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.
- Ἥρη δʼ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,
- καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν·
- πολλάκι δʼ ἰσάζουσα καθειμένον ἄχρι μετώπου
- πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης·
- καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,
- τοῦ καὶ κινυμένοιο μετʼ αἰθέρα καὶ μετὰ πόντον
- γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.
- καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ
- λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει
- φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·