Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,
  2. οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·
  3. μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
  4. μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
  5. ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλʼ ἐνὶ θυμῷ
  6. οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς
  7. μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.
  8. εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην.
  9. Δηριάδῃ χραίσμησον, ὅν ἤροσεν Ἰνδὸς Ὑδάσπης·
  10. γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
  11. Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.
  12. ὣς φαμένη παρέπεισε. καὶ οἶά τε μητρὸς ἀκούων
  13. ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
  14. Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·
  15. ἀλλά μιν ᾔτεεν Ἶρις, ἴνα Κρονίωνα πεδήσῃ
  16. ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον ἠριγενείης.
  17. αὐτόθι δʼ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.
  18. καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·
  19. σπερχομένη δʼ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.
  20. ἡ δὲ θυελλήεντι διʼ ἠέρος Ἵπτατο ταρσῷ