Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ
  2. Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι Ῥείῃ
  3. Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι.
  4. καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης
  5. ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·
  6. νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου
  7. νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,
  8. καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ
  9. τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,
  10. καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου
  11. ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ
  12. δυομένου Φαέθοντος· ἐπʼ αἰγιαλοῖο δὲ ναῦται
  13. ἀστορέας ψαμάθοισιν ἐπεστορέσαντο χαμεύνας
  14. ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν
  15. ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.
  16. ἀλλʼ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου
  17. ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης
  18. ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,
  19. ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,
  20. Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,