Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ·
- οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
- φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.
- πρὸς δʼ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ
- υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,
- Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,
- καὶ φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων
- Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
- καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει
- ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας,
- αἰθέρος ἐπτάμωνον ἀερτάζων κενεῶνα.
- ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω
- Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις
- ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων
- οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.
- καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ
- εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων
- φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·
- τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης,
- ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,