Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ
- συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ
- ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
- ἀλλʼ ὅτε δὴ μετά δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
- εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
- Κάδμος ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσας,
- φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
- οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·
- Νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
- ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·
- φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι
- ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καιρῷ
- εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι·
- ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ
- δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δʼ ἔτι θάλλει,
- ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων
- εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.
- ἀλλʼ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·
- ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
- νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην