Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων.
  2. ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ
  3. θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.
  4. ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ.
  5. ἀλλʼ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
  6. τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ
  7. κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ
  8. δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς
  9. σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ
  10. ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων
  11. ἀλλοφανὴς πτερόεντι διαιθύσσουσα πεδίλῳ.
  12. καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ
  13. Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ
  14. ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ,
  15. δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου
  16. χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ
  17. σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,
  18. καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ
  19. μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου
  20. νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ