Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.
- λῦτο δʼ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων
- ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης
- Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ
- λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·
- οὐκέτι δʼ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου
- ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·
- οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,
- δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,
- ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·
- ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη
- σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,
- καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ
- ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν
- ἀρτιφανής, καὶ γυμνὸν ἀπʼ εὐόδμοιο καλύπτρης
- εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις
- ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
- ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην
- πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.
- καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου