Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης
- δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
- δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
- ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,
- Βυβλιάδων δʼ ἐπάκουε μελιζομένων Ἀφροδίτην
- καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.
- Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ
- ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
- Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.
- Σικελίης δʼ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
- λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ
- ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
- σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
- ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
- ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
- δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,
- εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·
- καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
- δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
- ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης