Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφὶ, σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης
  2. ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ.
  3. καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων
  4. αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,
  5. καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων
  6. ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,
  7. κύμβαλα δʼ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν
  8. Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ·
  9. ἀντιβίων δὲ δάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ
  10. ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.
  11. λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.
  12. ἀλλʼ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ
  13. λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,
  14. δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,
  15. ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἑνυοὺς
  16. φρικτὸν ὁμολώσσων στομάτων θρόον· ἀσταθέες δὲ
  17. ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,
  18. ἄλλοι δʼ ἐν πεδίῳ· στρατιὴ δʼ ἐμερίζετο Βάκχου,
  19. δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,
  20. δίψῃ καρχαλέῃ κεκαφηότος, ὁππότε γαίης