Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ,
  2. σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν,
  3. δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπʼ ἄλλῳ
  4. Ἰνδόν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ,
  5. οὐχ ἕνα Σαλμωνῆα, νόθῳ δʼ ἤλεγξε κεραυνῷ·
  6. οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνου
  7. Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος.
  8. καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων,
  9. αἰθερίαις στεροπῇσι φέρων ἀντίκτυπον αἴγλην,
  10. σβεστόν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,
  11. σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος·
  12. καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ
  13. κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ,
  14. φέφφεος οὐρανίοιο φέρων τύπον· ἀστεροπὴ γὰρ
  15. ἐρχομένη φεύγουσαν ἔχει παλινάγρετον αἴγλην.
  16. καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων,
  17. βρονταίοις πατάγοισι χέων ἀντίτυπον ἠχώ·
  18. καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο
  19. ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ
  20. μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς.