Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ
  2. εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ,
  3. οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.
  4. καί τινα μῦθον ἔειπεν Ἀρήια δάκρυα λείβων·
  5. ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω
  6. τριχθαδίαις παλάμῃσιν ἐπάζια Τριτογενείης·
  7. ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω·
  8. τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρά τις εἴπῃ
  9. εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς
  10. ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.
  11. ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις,
  12. ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι.
  13. οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπʼ ἄλλῳ,
  14. καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ
  15. ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ
  16. πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου·
  17. καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν
  18. ὀψιγόνῳ ναετῆρι φυλασσομένη γενετῆρα.
  19. οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης,
  20. ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δʼ ἄλλος