Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας Ἐνυώ.
- ἔνθά τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ
- Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν Ἐνυώ,
- οἶσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων
- Ζηνὸς ἐοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων
- ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ
- δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.
- καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν
- σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ
- κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων
- πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ
- ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων
- καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ
- ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν
- ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,
- καί τις ἀναΐξας Κυβελίδος εἰς ῥάχιν ἄρκτου
- ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων
- ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων·
- ἄλλος ἀκοντίζων στρατιὴν ταμεσόχροϊ κτσσῷ
- οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης