Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ῥύεο σοὺς ναετῆρος ἐφεσπομένους Διονύσῳ,
- μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·
- ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·
- Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ
- δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
- μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,
- μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·
- καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου
- Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,
- θηλυτέρην δʼ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
- ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,
- αἰγίδα δʼ αἰθύσσουσα κυβερνήτειραν Ἐνυοῦς,
- γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ
- αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·
- καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,
- αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,
- ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροις συνερίζων
- μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης
- αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·
- ῥύεό μιν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,