Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς
  2. μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος·
  3. δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,
  4. καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης
  5. λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.
  6. κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ·
  7. εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι
  8. Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,
  9. Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἕνδοθι λόχμης
  10. ἕθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.
  11. πολλοὶ θῆρες ἕασι καὶ ἐνθάδε, τοῖσι συνάψω
  12. Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου·
  13. κούρῃ δʼ ἡμετέρῃ θαλαμηπόλον ἑσμὸν ὀπάσσω,
  14. δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.
  15. καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ
  16. Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,
  17. ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην·
  18. ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ
  19. ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο
  20. χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.