Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,
  2. αὐὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος
  3. αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ
  4. μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,
  5. Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
  6. καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ
  7. σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,
  8. πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ
  9. δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων
  10. νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
  11. καὶ ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης
  12. Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ
  13. φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου
  14. αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ
  15. παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,
  16. λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ·
  17. μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,
  18. καὶ κενεῷ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.
  19. καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,
  20. ἴδμονας εὐπήληκος Ἐνυαλίοιο χορείης,