Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
  2. καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
  3. Ιρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
  4. ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
  5. ἄμφω δʼ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
  6. Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
  7. τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δʼ ἐστείνετο λαῷ·
  8. καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις, [*](ἀίταις Rose, ἀήταις MSS.)
  9. τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
  10. οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δʼ ἐνὶ βόθροις,
  11. ἄλλοι δʼ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δʼ ἐπὶ πύργων
  12. νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
  13. ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
  14. Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
  15. ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
  16. τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
  17. μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων·
  18. ἐγρεμόθῳ δʼ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
  19. μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.