Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου·
- γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
- δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
- θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
- ποσσὶ τανυκνήμοισιν· ἔχων δʼ ἴνδαλμα καμήλων
- καὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
- ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
- δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
- καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
- αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἷλε δὲ λεπτὸν
- ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
- ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
- οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
- λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
- πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
- λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
- πολλάκι δʼ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
- ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
- ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
- δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·