Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,
  2. οἶά τε θελγομένη καὶ ἐν ἀσπίδι· καἰ τάχα φαίης ---
  3. ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων
  4. κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης·
  5. σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἅνδρα δοκεύων,
  6. κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι νευρῇ,
  7. ἀγχιμολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας
  8. πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,
  9. μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.
  10. καὶ σάκος εὐδίνητον, ὅπῃ χορός αἰόλος ἄστρων,
  11. δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς
  12. Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ
  13. αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,
  14. οἶα καὶ ἐν γραφίδεσσι, κατάσχετος ἅρπαγι ταρσῷ·
  15. ταρβαλέος δʼ ἤικτο διʼ αἰθέρος ἱπτάμενος Ζεύς,
  16. ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων,
  17. ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῇ,
  18. μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης
  19. ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης·
  20. μοίρας δʼ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας