Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν
  2. θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις,
  3. καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης,
  4. χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου,
  5. Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,
  6. ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης,
  7. θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ
  8. ἀσπίδα δαιδάλλουσα πολύχροον, ἦς ἐνὶ μέσσῳ
  9. ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ
  10. οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,
  11. καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ
  12. χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων
  13. ἠέλιον ποίκιλλεν, ἀπʼ ἀργυρέου δὲ μετάλλου
  14. λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην·
  15. ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ
  16. μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ
  17. ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ
  18. ἄβροχον οὐρανίης διδυμάονα ῥυμὸν Ἁμάξης·
  19. ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο
  20. ἀλλήλων στιχόωσιν ἐπʼ ἰξύι, καἰ τόσον αἰεὶ