Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης.
- κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων
- κάμμορος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,
- ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην
- ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου
- οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί·
- τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων
- ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο·
- χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων
- πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
- καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ,
- ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.
- καὶ κύνας οἰνωθέντας ἐπʼ ᾐόνι κοῦρος ἐάσας
- λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο
- θηρητὴρ ὁμόφοιτος ὀρειάδος ἰοχεαίρης
- εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι
- ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.
- ἤδη δʼ ἀμπελόεσσα διʼ ἄστεος ἔτρεχεν ὀδμὴ
- καὶ λιαροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,
- νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου·