Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου
  2. φρικτὰ δρακοντείων ὀφιώδεα δεσμὰ κομάων,
  3. ἐξ ὅτε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ.
  4. Σιγήσω κεμάδος χρύσεον κέρας, οὕ τι χαλέψω
  5. τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα·
  6. μὴ τρομερῆς ἐλάφου μιμνήσκεο· νεβροφόνῳ γὰρ
  7. θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη.
  8. Κνώσσιον Ἡρακλῆος ἔα πόνον· οἰστρομανῆ γὰρ
  9. οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων
  10. τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην·
  11. πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη
  12. ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων,
  13. οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου·
  14. θηγαλέην δʼ ἐπίκυρτον ἀνειρύσσασα κεραίην
  15. πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς,
  16. εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων.
  17. κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος·
  18. καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ
  19. Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
  20. Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις,