Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐκ ἄγαμαι καὶ τοῦτο· παρʼ εὐπετάλῳ ποτὲ λόχμῃ
- χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη
- παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ
- ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ·
- ἀρτιθαλὴς δʼ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
- χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος
- φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ
- αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων·
- εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ
- θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
- ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι, δίφρου
- ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.
- πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων
- νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.
- οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ
- παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.
- τί πλέον Ἡρακλέης θρασὺς ἥνυσεν, εἴ τινα πηγὴν
- πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,
- τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης
- φυταλίην πολύδειρον ἀνασταχύοντα δρακόντων;