Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς
  2. ἀστεροπὴν ἀνέκοπτε πατήρ τεός, ὑψιμέδων Ζεύς.
  3. ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην.
  4. καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης
  5. χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,
  6. χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο,
  7. ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων,
  8. καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ.
  9. ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην,
  10. τόφρα δέ, θάρσος Ἄρηος ἔχων, περιμήκετον ὁρμὴν
  11. Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς,
  12. στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ
  13. λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων.
  14. οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσυμένως δὲ
  15. οὐρανόθεν πεφόρητο προασπίζων Διονύσον.
  16. καὶ σφετέροισιν ἰόντες ἀρηγόνες, ἄλλος ἐπʼ ἄλλῳ,
  17. σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου
  18. ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς
  19. αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς
  20. Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην