Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄλλος δʼ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων
- ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.
- Πορδαλίων δὲ γένεθλα καὶ ἄργια φῦλα λεόντων
- καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου
- εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
- πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης,
- μή σφιν ἐπαΐξειε μελαινομένων μόθος Ἰνδῶν·
- καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
- Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.