Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.
  2. ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
  3. καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
  4. αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
  5. ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
  6. καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
  7. σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
  8. τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
  9. ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
  10. ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
  11. Ἀλλ' ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,
  12. οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
  13. οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δʼ ἐπὶ φύλλων
  14. πεπταμένων, ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης
  15. δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
  16. ἄλλοι δʼ ἐργεμόθοισιν ἐφωμίλησαν ὀνείροις,
  17. χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
  18. ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
  19. ἄλλος δʼ Ἰνδὸν ἔνυξε κατ' αὐχένος, ὃς δὲ δαΐζων
  20. ἄορι πεζὸν ἔτυψεν, ὁ δʼ οὔτασε Δηριαδῆα·