Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.
  2. καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν
  3. πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,
  4. καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες
  5. στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  6. τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν
  7. αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ
  8. χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
  9. τέσσαρας ἡβώοντας ὀλωλότας νἷας ἀκούων,
  10. Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,
  11. κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν
  12. ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα·
  13. ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη
  14. νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ,
  15. ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης
  16. ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.
  17. καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,
  18. ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης
  19. καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,
  20. ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,