Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πεῖσμα φέρων τελαμῶνα, σακέσπαλον εἶχε πορείην,
  2. ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.
  3. καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων
  4. ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων·
  5. καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου
  6. ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα
  7. ὑψιφανὴς ἀνέτελλε διʼ ὕδατος ἄβροχος αὐχήν.
  8. καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,
  9. ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,
  10. δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,
  11. ἐνδομύχων δʼ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί.
  12. αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν
  13. ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο·
  14. καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων
  15. πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·
  16. καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι
  17. Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.
  18. ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις
  19. εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,
  20. καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·