Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ
  2. Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης
  3. αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ·
  4. καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ
  5. τοὺς μέν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,
  6. τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δʼ ἐρυθαίνετο λύθρῳ
  7. Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ
  8. κεῖτο πολυσπερέων νεκύων χύσις, ὦν ὁ μὲν αὐτῶν
  9. ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων
  10. ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·
  11. καὶ δαπέδῳ στείνοντο, νέκυς δʼ ἐπερείδετο νεκρῷ
  12. κεκλιμένῳ μετρηδόν, ἀπʼ ἀρτιτόμοιο δὲ λαιμοῦ
  13. ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ·
  14. καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων
  15. γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,
  16. υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ·
  17. υἱὲ Διὸς ζείδωρε μιαιφόνε—καὶ γὰρ ἀνάσσεις
  18. ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο,—
  19. ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν
  20. Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,