Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος
- ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα θανόντος
- συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.
- ἄλλον ἀπηλοίησεν ἀφειδέι δουρὶ πατάξας,
- θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,
- ἄορι δʼ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ
- ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.
- αὐτάρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ
- ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ
- ἢ πλευρῆς ἑκάτερθεν ἤ αὐχένος ἢ σχεδὸν ὤμου·
- σείων δʼ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
- στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,
- κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.
- ὡς δʼ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην
- φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,
- φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην·
- ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ
- Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.
- καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας
- δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·