Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν
  2. λαὸν ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.
  3. καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν
  4. ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·
  5. Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
  6. ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.
  7. ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
  8. ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
  9. εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
  10. οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
  11. εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων
  12. ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
  13. ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
  14. οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
  15. ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
  16. ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων.
  17. κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης
  18. ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
  19. ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
  20. εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,