Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις·
  2. καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
  3. γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς
  4. πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης
  5. μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·
  6. καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών,
  7. ἴχνιον ἀείδουσα παλιννόστου Διονύσου.
  8. καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας,
  9. τερπωλῆς δʼ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου
  10. πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,
  11. ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης,
  12. καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην·
  13. ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,
  14. πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις
  15. σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·
  16. ἔκλυε δʼ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν
  17. ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,
  18. ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,
  19. καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν Ἐνυώ.
  20. τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,